Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 22.56 | Dem. 22.58 (English) | >>Dem. 22.61 |
22.57καίτοι εἴ τισιν ἄρα δοκοῦσʼ ἐπιτήδειαι ʼκεῖναι παθεῖν , ἀλλὰ τὸ πρᾶγμά γʼ οὐκ ἐπιτήδειον γίγνεσθαι , τηλικοῦτό τινας φρονεῖν διὰ καιρὸν ὥστε βαδίζειν ἐπʼ οἰκίας καὶ σκεύη φέρειν μηδὲν ὀφειλόντων ἀνθρώπων . πολλὰ γὰρ ἄν τις ἴδοι πολλοὺς ἐπιτηδείους ὄντας πάσχειν καὶ πεπονθέναι . ἀλλʼ οὐ ταῦτα λέγουσιν οἱ νόμοι , οὐδὲ τὰ τῆς πολιτείας ἔθη , ἃ φυλακτέον ὑμῖν · ἀλλʼ ἔνεστʼ ἔλεος , συγγνώμη , πάνθʼ ἃ προσήκει τοῖς ἐλευθέροις .
22.58ὧν οὗτος ἁπάντων εἰκότως οὐ μετέχει τῇ φύσει οὐδὲ τῇ παιδείᾳ · πολλὰ γὰρ ὕβρισται καὶ προπεπηλάκισται συνὼν οὐκ ἀγαπῶσιν αὐτὸν ἀνθρώποις , ἀλλὰ δοῦναι μισθὸν δυναμένοις · ὧν προσῆκέ σοι τὴν ὀργὴν οὐκ εἰς τῶν πολιτῶν τὸν τυχόντʼ ἀφιέναι οὐδʼ εἰς τὰς ὁμοτέχνους πόρνας , ἀλλʼ εἰς τὸν τοῦτον τὸν τρόπον σε θρέψαντα .
ταῦτα τοίνυν ὡς μὲν οὐ δεινὰ καὶ παρὰ πάντας τοὺς νόμους , οὐχ ἕξει λέγειν οὗτος · οὕτω δʼ ἐστὶν ἀναιδὴς ὥστʼ ἐν τῷ δήμῳ , προάγωνας ἀεὶ κατασκευάζων αὑτῷ τῆσδε τῆς γραφῆς , ἐτόλμα λέγειν ὡς ὑπὲρ ὑμῶν καὶ διʼ ὑμᾶς ἐχθροὺς ἐφʼ ἑαυτὸν εἵλκυκε καὶ νῦν ἐν τοῖς ἐσχάτοις ἐστὶ κινδύνοις . ἐγὼ δʼ ὑμῖν , ὦ ἄνδρες Ἀθηναῖοι , βούλομαι δεῖξαι τοῦτον οὔτε πεπονθότʼ οὐδʼ ὁτιοῦν κακὸν οὔτε μέλλοντα πάσχειν οὐδὲν διʼ ὧν ὑπὲρ ὑμῶν ἔπραξε , διὰ μέντοι τὴν αὑτοῦ βδελυρίαν καὶ θεοισεχθρίαν πεπονθότα μὲν μέχρι τῆσδε τῆς ἡμέρας οὐδέν , πεισόμενον δʼ , ἂν τὰ δίκαια ποιῆθʼ ὑμεῖς .
22.59
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 22.56 | Dem. 22.58 (English) | >>Dem. 22.61 |